Digital Corpus for Graeco-Arabic Studies

Galen: De Symptomatum Differentiis (Differences of Symptoms)

Kühn 1824

καὶ τούτους βλέπειν ᾤετο, τοὺς μὲν ἑστῶτας αὐτόθι, τοὺς δὲ καθημένους, οὕτω διηνεκῶς αὐλοῦντας, ὡς μήτε νύκτωρ ἀνιέναι τι, μήτε δι’ ὅλης ἡμέρας ἡσυχάζειν μὴ τὸ σμικρότατον· ἐκεκράγει δὲ διὰ παντὸς, ἐκβληθῆναι κελεύων αὐτοὺς τῆς οἰκίας. καὶ τοῦτ’ ἦν αὐτῷ τὸ τῆς παραφροσύνης εἶδος. καὶ ὡς ἐῤῥώσθη γε τελέως καὶ ἀπέφυγε τὸ νόσημα, τά τε ἄλλα πάντα τὰ ὑπὸ τῶν εἰσιόντων ἑκάστου ῥηθέντα καὶ πραχθέντα διηγεῖτο καὶ τοῦ περὶ τοὺς αὐλητὰς ἐμέμνητο φαντάσματος. ἐνίοις δὲ φάντασμα μὲν οὐδὲν φαίνεται, λογίζονται δ’ οὐκ ὀρθῶς, τοῦ διανοητικοῦ τῆς ψυχῆς αὐτοῖς πεπονθότος· ὥσπερ καὶ τῷ φρενιτικῷ τῷ κλείσαντι μὲν τὰς θύρας ἔνδοθεν, ἕκαστον δὲ τῶν σκευῶν προτείνοντι διὰ τῶν θυρίδων, εἶτα ἐρωτῶντι τοὺς παριόντας, εἰ κελεύοιεν ῥίπτειν. οὗτος γὰρ ἑκάστου μὲν τῶν σκευῶν ἀκριβῶς ἔλεγε τοὔνομα, κᾀν τῷδε δῆλος ἦν οὔτ’ ἐν τῇ φαντασίᾳ τῇ περὶ αὐτὰ βεβλαμμένος οὔτ’ ἐν τῇ τῶν ὀνομάτων μνήμῃ. τί δὴ βούλεται αὐτῷ τὸ πάντα ῥίπτειν ἀφ’ ὑψηλοῦ καὶ καταγνύναι; τοῦτ’ οὐκέθ’ οἷός τ’ ἦν συμβαλεῖν, ἀλλ’ ἐν αὐτῷ δὴ τῷ ἔργῳ τῷδε κατάδηλος ἐγίνετο παραπαίων. 

Work

Title: Galen: De Symptomatum Differentiis
English: Differences of Symptoms
Original: Περὶ τῶν συμπτωμάτων διαφορᾶς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 42-84

Publisher: Cnobloch, Leipzig

Download