Digital Corpus for Graeco-Arabic Studies

Galen: De Temperamentis (On Mixtures)

Helmreich 1904

Ἀκριβῶς δὲ χρὴ προσέχειν τῷ λεγομένῳ τὸν νοῦν, ὅπως μὴ λάθωμεν ἡμᾶς αὐτοὺς παρακούσαντές τι καὶ σφαλέντες, οἷα δὴ πολλοὶ τῶν πάνυ δοκούντων ἀρίστων ἰατρῶν εἶναι σφάλλονται, εἴ τίς ἐστι φαλακρός, εὐθὺς τοῦτον οἰόμενοι ξηρὰν ἔχειν ἅπαντος τοῦ σώματος τὴν κρᾶσιν. οὐ γὰρ δὴ ἁπλῶς οὕτως εἰκάζειν ἐχρῆν, ἀλλὰ διορίζεσθαι πρότερον ἄμεινον ἦν, ὡς τῶν ἀνθρώπων τὸ σῶμα τῶν μὲν ὁμαλῶς κέκραται σύμπαν, ἐνίων δὲ καὶ οὐκ ὀλίγων τούτων ἀνωμάλως διάκειται. τὰ μὲν γάρ τινα τῶν μορίων αὐτοῖς ὑγρότερα τοῦ συμμέτρου τε καὶ προσήκοντός ἐστι, τὰ δὲ ψυχρότερα, τὰ δὲ ξηρότερα, τὰ δὲ θερμότερα, τὰ δὲ καὶ παντελῶς εὔκρατά τε καὶ σύμμετρα. δεῖ δὲ προσέχειν μάλιστα τούτῳ τὸν νοῦν, ἐπειδὰν ἐπισκέπτῃ σώματος κρᾶσιν. εἰ μὲν γὰρ ὁμαλῶς εὔρυθμον ὅλον ἐστὶν ἁπάσας τε τῶν μορίων ἀποσῶζον τὰς πρὸς ἄλληλα συμμετρίας ἐν μήκει καὶ πλάτει καὶ βάθει, δύναιτ’ ἂν ὅλον ὁμοίως κεκρᾶσθαι τὸ τοιοῦτον. εἰ δέ τι σῶμα θώρακα μὲν ἔχει καὶ τράχηλον καὶ ὤμους μεγίστους, ἰσχνὰ δὲ καὶ σμικρὰ τὰ κατ’ ὀσφὺν καὶ σκέλη λεπτά, πῶς ἂν ὁμοίως εἴη τοῦτο διακείμενον ἅπασι τοῖς μορίοις; οὐ μὴν οὐδ’ εἰ τὰ μὲν σκέλη παχέα καὶ τὰ κατ’ ὀσφὺν εὐρέα, τὸν θώρακα δ’ ἔχει στενόν, οὐδὲ τοῦτ’ ἂν εἴη κεκραμένον ὁμαλῶς τοῖς μορίοις. ἕτερα δὲ σώματα μεγίστην ἔχει τὴν κεφαλήν, ἕτερα δὲ σμικράν, οἵανπερ οἱ στρουθοί. καὶ τοῖς σκέλεσι τὰ μὲν βλαισά, τὰ δὲ ῥαιβά, καὶ ἄκροις τοῖς κώλοις τὰ μὲν ἰσχνά, τὰ δὲ παχέα, καὶ θώραξ τοῖς μέν, ὡς εἴρηται πρόσθεν, εὐρύς, ἐνίοις δὲ στενὸς οὕτως ὡς σανίς, οὓς δὴ καὶ σανιδώδεις ὀνομάζουσιν. ὅταν δὲ καὶ τὰ κατ’ ὠμοπλάτας αὐτοῖς ἄσαρκα τελέως ᾖ

Work

Title: Galen: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Helmreich, Georg

Title: Galeni De temperamentis libri III

Published: 1904

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 1-115

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_117.xml [373 Kb]