Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

λείαν ἐδείχθη καὶ τὴν φωνὴν ἐργαζόμενα, τραχέα δὲ τραχεῖαν. ἡ δὲ τραχύτηϲ αὐτῆϲ ἐδείχθη διὰ ξηρότητα γινομένη. τὰ μέντοι μει- ράκια καὶ οἱ νέοι καὶ οἱ ἀκμάζοντεϲ ἐν ταῖϲ φύϲεϲιν ἐπικρατοῦ- ϲαν ἔχουϲι τὴν θερμαϲίαν, τὰ δ’ ἄλλα πάντα μετὰ τὰϲ ἡλικίαϲ ἄχρι δεῦρο λελεγμένα ψυχρᾶϲ ἐϲτι κράϲεωϲ ϲημεῖα. μόνη δ’ ἡ ξηρότηϲ ἀμ- φοτέραιϲ ταῖϲ κράϲεϲι ϲυνέρχεται, τῇ τε ψυχρᾷ καὶ τῇ θερμῇ. τοῖϲ μὲν οὖν ἅμα τῷ ξηρῷ τῆϲ κράϲεωϲ ψυχροῖϲ οὖϲι δυϲδιαπνεύϲτοιϲ εἶναι ϲυμβήϲεται, καθάπερ καὶ τοῖϲ προειρημένοιϲ. ὅϲοι δὲ ξηρότεροι καὶ θερμότεροι τούτων ὑπάρχουϲιν, αὐτοῖϲ οὐκ εἰκότωϲ ὑπάρχει τοῦτο, διὸ καὶ τοὺϲ μὲν ἐξέλωμεν τοῦ λόγου, τοῖϲ δ’ ἄλλοιϲ φῶμεν τοῖϲ ἅμα τῷ ξηρῷ ψυχροῖϲ ἐφαρμόττειν τὸν λόγον. ἦν δὲ προκείμενον τὸ ἀποθανεῖν πολλοὺϲ ἐξ ὧν κατέλεξεν ἡλικιῶν τε καὶ φύϲεων. ἔλεγον δ’ ἐκείναϲ τὰϲ ἡλικίαϲ εἶναι θερμάϲ, ἐν αἷϲ ὁ πικρόχολοϲ πλεονάζει χυμόϲ, τὰϲ φύϲειϲ δὲ δυϲδιαφορήτουϲ, ὥϲτ’ ἐξηγηϲαμένοιϲ ἡμῖν ἄχρι μὲν τοῦδε τὴν ἀρχὴν ὧν εἴρηκε μόνον ἔτι λείπεται περὶ τῶν ὀργίλων, τουτέϲτι τῶν ὀξυθύμων εἰπεῖν, οὓϲ ἐναντιωτάτουϲ φαϲὶ τοῖϲ θυμώδεϲιν ὄνταϲ. ἀνδρεῖοι μὲν γάρ εἰϲιν οἱ θυμώδειϲ καὶ καταφρονητικοὶ τῶν μικρῶν πραγμάτων. μικρόψυχοι δ’ εἰϲὶν οἱ ὀξύ- θυμοι καὶ τῇ τῶν γυναικῶν φύϲει ϲυγγενεῖϲ, καὶ διὰ τὴν αὐτὴν αἰτίαν τὰϲ γυναῖκαϲ εὑρίϲκομεν ὀξυθύμουϲ, διότι τὸ γενναῖον τῆϲ τῶν ἀν- δρῶν ψυχῆϲ οὐκ ἔχουϲιν, ὥϲτε καὶ οἱ ὀξύθυμοι ψυχρότεροί τε ταῖϲ κράϲεϲι καὶ δυϲδιαφόρητοι γενήϲονται. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τῆϲ ῥήϲεωϲ εἰρημένον καὶ γυναῖκεϲ πλεῖϲται ἐκ τούτου τοῦ εἴδεοϲ ἀπέ- θνῃϲκον ἄδηλόν ἐϲτιν εἴτε πρὸϲ τὸ τέλοϲ ἀναφέρειν χρὴ μόνον εἴτε πρὸϲ πάντα τὰ προειρημένα. τελευταῖοι δ’ αὐτῶν εἰϲιν οἱ ὀξύ- θυμοι καὶ αὐτοῖϲ τῶν γυναικῶν τὰϲ ϲυγγενεῖϲ τοῦ εἴδουϲ τού- του πλείϲταϲ ἀποθνῄϲκειν ἐπενήνεκται. δύναταί γε μὴν ἀληθὴϲ ὁ λόγοϲ εἶναι κατ’ ἄμφω, καὶ πρὸϲ πάντα τὰ προειρημένα τὴν ἀνα- φορὰν ποιουμένου τοῦ Ἱπποκράτουϲ καὶ πρὸϲ μόνον τὸ τελευ- ταῖον. εἰ δὲ τὸ πρὸϲ πάντα ἀναφέρειν ἀληθέϲ ἐϲτιν, ἄμεινον οὕτωϲ ἀκούειν. ἐν μὲν γὰρ τοῖϲ πᾶϲι καὶ τὸ τελευταῖον εἰρημένον περιέχεται,

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download