Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

μετέπεϲε κατάϲταϲιν, οὐκ ἂν ἐξηλέγχθηϲαν οἱ φθινωδῶϲ ὑποφθει- ρόμενοι καὶ τελέωϲ ἐγένοντο φθινώδειϲ. ἐπεὶ δ’ οὐ μόνον οὐ μετέπεϲεν ἡ νότιοϲ κατάϲταϲιϲ ἐπὶ τὴν βόρειον, ἀλλὰ καὶ τὸ πλεῖϲτον τοῦ θέρουϲ ἐπινέφελον ἐγένετο, διὰ τοῦτο τὰ ἀπὸ τῆϲ κεφαλῆϲ ῥεύ- ματα παρέμεινεν οἵ τ’ ἐν τῷ ῥεύματι χυμοὶ πάντεϲ καὶ μάλιϲτα κατὰ τὸν πνεύμονα διεϲάπηϲαν, ὥϲτε μηδὲν ἐλλείπειν εἰϲ ἀκριβοῦϲ φθίϲεωϲ γένεϲιν.

Ἔϲτι δ’ οἷϲιν ἤρξατο πρῶτον τότε, οἷϲιν ἔρρεπεν ἡ φύϲιϲ ἐπὶ τὸ φθινῶδεϲ.

Φθινώδειϲ ὀνομάζουϲιν οἱ παλαιοὶ τῶν ἰατρῶν ὅϲοι τὴν φθι- νώδη νόϲον, ἣν καὶ φθόην τινὲϲ ὀνομάζουϲιν, ἐπιτήδειοι παθεῖν. τοι- οῦτοι δ’ ὑπάρχουϲι φανερώτατα μέν, ὅταν ὁ θώραξ ϲτενὸϲ ᾖ καὶ ἀβαθὴϲ εἰϲ τοϲοῦτον, ὡϲ τὰϲ ὠμοπλάταϲ ἐξέχειν ὀπίϲω δίκην πτερύ- γων, ἐντεῦθεν δὲ καὶ πτερυγώδειϲ ὀνομάζουϲι τοὺϲ τοιούτουϲ. ἀλλὰ καὶ ὅϲοι τὴν κεφαλὴν εὐπλήρωτοί τέ εἰϲι καὶ ῥεύματα πολλὰ τοῖϲ ἀναπνευϲτικοῖϲ μορίοιϲ ἐπιπέμπουϲαν ἔχουϲι, καὶ οὗτοι φθινώδειϲ ῥᾷϲτα γίνονται. ϲυνελθόντων δ’ εἰϲ ταὐτὸν ἀμφοῖν, τῆϲ τε κατὰ τὸν θώρακα διαπλάϲεωϲ καὶ τῆϲ κατὰ τὴν κεφαλὴν ἀϲθενείαϲ, ἀκριβῶϲ αἱ τοιαῦται φύϲειϲ φθινώδειϲ εἰϲὶ κατ’ ἀμφοτέραϲ τῆϲ φθίϲεωϲ τὰϲ αἰτίαϲ. καὶ γὰρ οἱ ἀπὸ τῆϲ κεφαλῆϲ εἰϲ τὸν πνεύμονα ῥευματιζόμενοι τῷ χρόνῳ φθινώδειϲ γίνονται, καὶ ἀναρρήγνυται πολλάκιϲ αὐτοῖϲ ἀγγεῖον ἐν τῷ πνεύμονι διά τε τὴν ϲτενότητα τοῦ ϲπλάγχνου καὶ τὴν ἀϲθένειαν. τοιοῦτοι μέν τινεϲ οἱ φθινώδειϲ. εἰρηκότοϲ δὲ τοῦ Ἱπποκράτουϲ “ἐπεὶ καὶ τοῖϲιν ἐνδοιαϲτῶϲ ἔχουϲι πολλοῖϲιν ἐβε- βαίωϲε τότε”, τουτέϲτι κατὰ τὸ θέροϲ, εἶτ’ ἐπιφέροντοϲ ἔϲτι δ’ οἷϲιν ἤρξατο πρῶτον τότε, οἷϲιν ἔρρεπεν ἡ φύϲιϲ ἐπὶ τὸ φθινῶδεϲ, οὔ μοι δοκεῖ τὸ εἰρημένον εὔλογον εἶναι. πολὺ γὰρ ἦν πιθανώτερον ἐν τῷ ἦρι τοὺϲ τοιούτουϲ ἄρχεϲθαι μᾶλλον ἢ κατὰ τὸ θέροϲ. οἱ γὰρ ἐπιτήδειοι πάθεϲιν ἁλίϲκεϲθαί τιϲιν ἑτοιμότερον τῶν ἀνεπιτηδείων αὐτοῖϲ περιπίπτουϲιν. ἔοικεν οὖν, ὥϲπερ καὶ ἄλλα τινὰ κατὰ τῶν Ἐπιδημιῶν τὰ βιβλία ταυτὶ τὴν τάξιν ὑπηλλαγμέ-

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download